previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἴων

φεῦ φεῦ: κατ᾽ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,
1370ἐκεῖσε τὸν νοῦν δούς, ὅθ᾽ τεκοῦσά με
κρυφαῖα νυμφευθεῖσ᾽ ἀπημπόλα λάθρα
καὶ μαστὸν οὐκ ὑπέσχεν: ἀλλ᾽ ἀνώνυμος
ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος
1375βαρέα: χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις
μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου,
ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
τλήμων δὲ χἡ τεκοῦσά μ᾽: ὡς ταὐτὸν πάθος
πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.
1380καὶ νῦν λαβὼν τήνδ᾽ ἀντίπηγ᾽ οἴσω θεῷ
ἀνάθημ᾽, ἵν᾽ εὕρω μηδὲν ὧν οὐ βούλομαι.
εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,
εὑρεῖν κάκιον μητέρ᾽ σιγῶντ᾽ ἐᾶν.
Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς
1385καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ
πολεμῶ, τὰ μητρὸς σύμβολ᾽ ὃς σέσωκέ μοι.
ἀνοικτέον τάδ᾽ ἐστὶ καὶ τολμητέον:
τὰ γὰρ πεπρωμέν᾽ οὐχ ὑπερβαίην ποτ᾽ ἄν.

στέμμαθ᾽ ἱερά, τί ποτέ μοι κεκεύθατε,
1390καὶ σύνδεθ᾽, οἷσι τἄμ᾽ ἐφρουρήθη φίλα;
ἰδοὺ περίπτυγμ᾽ ἀντίπηγος εὐκύκλου
ὡς οὐ γεγήρακ᾽ ἔκ τινος θεηλάτου,
εὐρώς τ᾽ ἄπεστι πλεγμάτων: δ᾽ ἐν μέσῳ
χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: