Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἴων
καλόν γε τὸν πόνον, ὦ
Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ-
130ω τιμῶν μαντεῖον ἕδραν:
κλεινὸς δ᾽ ὁ πόνος μοι
θεοῖσιν δούλαν χέρ᾽ ἔχειν
οὐ θνατοῖς, ἀλλ᾽ ἀθανάτοις:
εὐφάμους δὲ πόνους
135μοχθεῖν οὐκ ἀποκάμνω.
Φοῖβός μοι γενέτωρ πατήρ:
τὸν βόσκοντα γὰρ εὐλογῶ,
τὸ δ᾽ ὠφέλιμον ἐμοὶ πατέρος
ὄνομα λέγω
140Φοίβου τοῦ κατὰ ναόν.
ὦ Παιὰν ὦ Παιάν,
εὐαίων εὐαίων
εἴης, ὦ Λατοῦς παῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.