previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ:
δ᾽ ἕζετ᾽ ἔνθ᾽ καινὸς ἔσπεισεν γόνος,
ποτοῦ τ᾽ ἐγεύσατ᾽, εὐθὺς εὔπτερον δέμας
ἔσεισε κἀβάκχευσεν, ἐκ δ᾽ ἔκλαγξ᾽ ὄπα
1205ἀξύνετον αἰάζουσ᾽: ἐθάμβησεν δὲ πᾶς
θοινατόρων ὅμιλος ὄρνιθος πόνους.
θνῄσκει δ᾽ ἀπασπαίρουσα, φοινικοσκελεῖς
χηλὰς παρεῖσα. γυμνὰ δ᾽ ἐκ πέπλων μέλη
ὑπὲρ τραπέζης ἧχ᾽ μαντευτὸς γόνος,
1210βοᾷ δέ: Τίς μ᾽ ἔμελλεν ἀνθρώπων κτενεῖν;
σήμαινε, πρέσβυ: σὴ γὰρ προθυμία,
καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.
εὐθὺς δ᾽ ἐρευνᾷ γραῖαν ὠλένην λαβών,
ἐπ᾽ αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθ᾽ ἕλοι.
1215ὤφθη δὲ καὶ κατεῖπ᾽ ἀναγκασθεὶς μόγις
τόλμας Κρεούσης πώματός τε μηχανάς.
θεῖ δ᾽ εὐθὺς ἔξω συλλαβὼν θοινάτορας
πυθόχρηστος Λοξίου νεανίας,
κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει:
1220 Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,
ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν.
Δελφῶν δ᾽ ἄνακτες ὥρισαν πετρορριφῆ
θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ,
τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τ᾽ ἀνακτόροις
1225φόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλις
τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν:
παίδων γὰρ ἐλθοῦσ᾽ εἰς ἔρον Φοίβου πάρα,
τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: