previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

γῆς λοχεύμαθ᾽, οὓς Ἄρης σπείρει ποτὲ
λάβρον δράκοντος ἐξερημώσας γένυν,
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
255ἀρεῖτε καὶ τοῦδ᾽ ἀνδρὸς ἀνόσιον κάρα
καθαιματώσεθ᾽, ὅστις οὐ Καδμεῖος ὢν
ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
ἀλλ᾽ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.
οὐδ᾽ ἁπόνησα πόλλ᾽ ἐγὼ καμὼν χερὶ
260ἕξεις. ἀπέρρων δ᾽ ἔνθεν ἦλθες ἐνθάδε,
ὕβριζ᾽. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς
ἔνερθ᾽ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
265 δ᾽ ὠφελήσας ἀξίων οὐ τυγχάνει.
κἄπειτα πράσσω πόλλ᾽ ἐγώ, φίλους ἐμοὺς
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
ἐν δ᾽ ἀσθενείᾳ τὸν πόθον διώλεσας.
270ἐπεί σ᾽ ἔπαυσ᾽ ἂν δοῦλον ἐννέποντά με
καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.
ἐν αἷς σὺ χαίρεις: οὐ γὰρ εὖ φρονεῖ πόλις
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.
οὐ γάρ ποτ᾽ ἂν σὲ δεσπότην ἐκτήσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: