previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


φεῦ:
γαῖα Κάδμου: καὶ γὰρ ἐς σὲ ἀφίξομαι
λόγους ὀνειδιστῆρας ἐνδατούμενος:
τοιαῦτ᾽ ἀμύνεθ᾽ Ἡρακλεῖ τέκνοισί τε;
220ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν
Θήβαις ἔθηκεν ὄμμ᾽ ἐλεύθερον βλέπειν.
οὐδ᾽ Ἑλλάδ᾽ ᾔνεσ᾽οὐδ᾽ ἀνέξομαί ποτε
σιγῶνκακίστην λαμβάνων ἐς παῖδ᾽ ἐμόν,
ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
225φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων
χέρσου τ᾽ ἀμοιβάςὧν ἐμόχθησας χάριν.
τὰ δ᾽, τέκν᾽, ὑμῖν οὔτε Θηβαίων πόλις
οὔθ᾽ Ἑλλὰς ἀρκεῖ: πρὸς δ᾽ ἔμ᾽ ἀσθενῆ φίλον
δεδόρκατ᾽, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
230ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,
γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
εἰ δ᾽ νέος τε κἄτι σώματος κρατῶν,
λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
καθῃμάτωσ᾽ ἄν, ὥστ᾽ Ἀτλαντικῶν πέραν
235φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ.

Χορός

ἆρ᾽ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
θνητῶν ἔχουσι, κἂν βραδύς τις λέγειν;

Λύκος

σὺ μὲν λέγ᾽ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
ἐγὼ δὲ δράσω σ᾽ ἀντὶ τῶν λόγων κακῶς.
240ἄγ᾽, οἳ μὲν Ἑλικῶν᾽, οἳ δὲ Παρνασοῦ πτυχὰς
τέμνειν ἄνωχθ᾽ ἐλθόντες ὑλουργοὺς δρυὸς
κορμούς: ἐπειδὰν δ᾽ ἐσκομισθῶσιν πόλει,
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
ἐμπίμπρατ᾽ αὐτῶν καὶ πυροῦτε σώματα
245πάντων, ἵν᾽ εἰδῶσ᾽ οὕνεκ᾽ οὐχ κατθανὼν
κρατεῖ χθονὸς τῆσδ᾽, ἀλλ᾽ ἐγὼ τὰ νῦν τάδε.
ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου
250τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ
δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: