previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡρακλῆς

Ἡρακλῆς

1340οἴμοι: πάρεργα μὲν τάδ᾽ ἔστ᾽ ἐμῶν κακῶν,
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ᾽ μὴ θέμις
στέργειν νομίζω, δεσμά τ᾽ ἐξάπτειν χεροῖν
οὔτ᾽ ἠξίωσα πώποτ᾽ οὔτε πείσομαι,
οὐδ᾽ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
1345δεῖται γὰρ θεός, εἴπερ ἔστ᾽ ὀρθῶς θεός,
οὐδενός: ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,
μὴ δειλίαν ὄφλω τιν᾽ ἐκλιπὼν φάος:
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
1350οὐδ᾽ ἀνδρὸς ἂν δύναιθ᾽ ὑποστῆναι βέλος.
ἐγκαρτερήσω βίοτον: εἶμι δ᾽ ἐς πόλιν
τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω.
ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην:
ὧν οὔτ᾽ ἀπεῖπον οὐδέν᾽ οὔτ᾽ ἀπ᾽ ὀμμάτων
1355ἔσταξα πηγάς, οὐδ᾽ ἂν ᾠόμην ποτὲ
ἐς τοῦθ᾽ ἱκέσθαι, δάκρυ᾽ ἀπ᾽ ὀμμάτων βαλεῖν:
νῦν δ᾽, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
εἶἑν: γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
ὁρᾷς δὲ παίδων ὄντα μ᾽ αὐθέντην ἐμῶν:
1360δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς
δακρύοισι τιμῶνἐμὲ γὰρ οὐκ ἐᾷ νόμος
πρὸς στέρν᾽ ἐρείσας μητρὶ δούς τ᾽ ἐς ἀγκάλας,
κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
διώλεσ᾽ ἄκων. γῇ δ᾽ ἐπὴν κρύψῃς νεκρούς,
1365οἴκει πόλιν τήνδ᾽, ἀθλίως μέν, ἀλλ᾽ ὅμως
ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
τέκν᾽, φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
ἀπώλεσ᾽, οὐδ᾽ ὤνασθε τῶν ἐμῶν καλῶν,
ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ
1370εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
σέ τ᾽ οὐχ ὁμοίως, τάλαιν᾽, ἀπώλεσα
ὥσπερ σὺ τἀμὰ λέκτρ᾽ ἔσῳζες ἀσφαλῶς,
μακρὰς διαντλοῦσ᾽ ἐν δόμοις οἰκουρίας.
οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ᾽ ἐμοῦ,
1375ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
τέκνων γυναικός τ᾽: λυγραὶ φιλημάτων
τέρψεις, λυγραὶ δὲ τῶνδ᾽ ὅπλων κοινωνίαι.
ἀμηχανῶ γὰρ πότερ᾽ ἔχω τάδ᾽ μεθῶ,
πλευρὰ τἀμὰ προσπίτνοντ᾽ ἐρεῖ τάδε:
1380Ἡμῖν τέκν᾽ εἷλες καὶ δάμαρθ᾽: ἡμᾶς ἔχεις
παιδοκτόνους σούς. εἶτ᾽ ἐγὼ τάδ᾽ ὠλέναις
οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,
ξὺν οἷς τὰ κάλλιστ᾽ ἐξέπραξ᾽ ἐν Ἑλλάδι,
ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
1385οὐ λειπτέον τάδ᾽, ἀθλίως δὲ σῳστέον.
ἕν μοί τι, Θησεῦ, σύγκαμ᾽: ἀθλίου κυνὸς
κόμιστρ᾽ ἐς Ἄργος συγκατάστησον μολών,
λύπῃ τι παίδων μὴ πάθω μονούμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: