Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Εὐάδνη
990τί φέγγος, τίν᾽ αἴγλαν
ἐδίφρευε τόθ᾽ ἅλιος
σελάνα τε κατ᾽ αἰθέρα,
†λαμπάδ᾽ ἵν᾽ ὠκυθόαι νύμφαι†,
ἱππεύουσι δι᾽ ὀρφναίας,
995ἁνίκα γάμων γάμων
τῶν ἐμῶν πόλις Ἄργους
ἀοιδάς, εὐδαιμονίας,
ἐπύργωσε καὶ γαμέτα
χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως.
1000πρός σ᾽ ἔβαν δρομὰς ἐξ ἐμῶν
οἴκων ἐκβακχευσαμένα,
πυρᾶς φῶς τάφον τε
βατεύσουσα τὸν αὐτόν,
ἐς Ἅιδαν καταλύσουσ᾽ ἔμμοχθον
1005βίοτον αἰῶνός τε πόνους:
ἥδιστος γάρ τοι θάνατος
συνθνῄσκειν θνῄσκουσι φίλοις,
εἰ δαίμων τάδε κραίνοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.