previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Θησεύς

925καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον
θεοὶ ζῶντ᾽ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς
αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς:
τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω,
ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθ᾽ ἄν.
930ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν
φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος.
ἀλλ᾽ οἶσθ᾽ δρᾶσαι βούλομαι τούτων πέρι;

Ἄδραστος

οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.

Θησεύς

τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ ...

Ἄδραστος

935 χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;

Θησεύς

ναί: τοὺς δέ γ᾽ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.

Ἄδραστος

ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;

Θησεύς

αὐτοῦ παρ᾽ οἴκους τούσδε συμπήξας τάφον.

Ἄδραστος

οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.

Θησεύς

940ἡμῖν δέ γ᾽ οἵδε: στειχέτω δ᾽ ἄχθη νεκρῶν.

Ἄδραστος

ἴτ᾽, τάλαιναι μητέρες, τέκνων πέλας.

Θησεύς

ἥκιστ᾽, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.

Ἄδραστος

πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;

Θησεύς

ὄλοιντ᾽ ἰδοῦσαι τούσδ᾽ ἂν ἠλλοιωμένους.

Ἄδραστος

945πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.

Θησεύς

τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;

Ἄδραστος

νικᾷς. μένειν χρὴ τλημόνως: λέγει γὰρ εὖ
Θησεύς: ὅταν δὲ τούσδε προσθῶμεν πυρί,
ὀστᾶ προσάξεσθε. ταλαίπωροι βροτῶν,
950τί κτᾶσθε λόγχας καὶ κατ᾽ ἀλλήλων φόνους
τίθεσθε; παύσασθ᾽, ἀλλὰ λήξαντες πόνων
ἄστη φυλάσσεθ᾽ ἥσυχοι μεθ᾽ ἡσύχων.
σμικρὸν τὸ χρῆμα τοῦ βίου: τοῦτον δὲ χρὴ
ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: