previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ αὖ τρίτος τῶνδ᾽ Ἱππομέδων τοιόσδ᾽ ἔφυ:
παῖς ὢν ἐτόλμησ᾽ εὐθὺς οὐ πρὸς ἡδονὰς
Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,
ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς
885ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τ᾽ ἄγρας ἰὼν
ἵπποις τε χαίρων τόξα τ᾽ ἐντείνων χεροῖν,
πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.
τῆς κυναγοῦ δ᾽ ἄλλος Ἀταλάντης γόνος
παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,
890Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ᾽ ἐπ᾽ Ἰνάχου ῥοὰς
παιδεύεται κατ᾽ Ἄργος. ἐκτραφεὶς δ᾽ ἐκεῖ
πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,
λυπηρὸς οὐκ ἦν οὐδ᾽ ἐπίφθονος πόλει
οὐδ᾽ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς
895μάλιστ᾽ ἂν εἴη δημότης τε καὶ ξένος.
λόχοις δ᾽ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς
ἤμυνε χώρᾳ, χὡπότ᾽ εὖ πράσσοι πόλις,
ἔχαιρε, λυπρῶς δ᾽ ἔφερεν, εἴ τι δυστυχοῖ.
πολλοὺς δ᾽ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας
900ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.
Τυδέως δ᾽ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν:
οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλ᾽ ἐν ἀσπίδι
δεινὸς σοφιστής, πολλά τ᾽ ἐξευρεῖν σοφά.
γνώμῃ δ᾽ ἀδελφοῦ Μελεάγρου λελειμμένος,
905ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,
εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι:
φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ
ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον.
ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,
910Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.
τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει:
αἰσχύνεται δὲ τἀγάθ᾽ ἀσκήσας ἀνὴρ
κακὸς γενέσθαι πᾶς τις. δ᾽ εὐανδρία
διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται
915λέγειν ἀκούειν θ᾽ ὧν μάθησιν οὐκ ἔχει.
δ᾽ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ
πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: