previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θησεύς

μέλλων σ᾽ ἐρωτᾶν, ἡνίκ᾽ ἐξήντλεις στρατῷ
γόους, ἀφήσω: τοὺς ἐκεῖ μὲν ἐκλιπὼν
840εἴασα μύθους, νῦν δ᾽ Ἄδραστον εἰσορῶ:
πόθεν ποθ᾽ οἵδε διαπρεπεῖς εὐψυχίᾳ
θνητῶν ἔφυσαν; εἰπέ γ᾽ ὡς σοφώτερος
νέοισιν ἀστῶν τῶνδ᾽: ἐπιστήμων γὰρ εἶ.
εἶδον γὰρ αὐτῶν κρείσσον᾽ λέξαι λόγῳ
845τολμήμαθ᾽, οἷς ἤλπιζον αἱρήσειν πόλιν.
ἓν δ᾽ οὐκ ἐρήσομαί σε, μὴ γέλωτ᾽ ὄφλω,
ὅτῳ ξυνέστη τῶνδ᾽ ἕκαστος ἐν μάχῃ
τραῦμα λόγχης πολεμίων ἐδέξατο.
κενοὶ γὰρ οὗτοι τῶν τ᾽ ἀκουόντων λόγοι
850καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς
λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς
σαφῶς ἀπήγγειλ᾽ ὅστις ἐστὶν ἁγαθός.
οὐκ ἂν δυναίμην οὔτ᾽ ἐρωτῆσαι τάδε
οὔτ᾽ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν:
855μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖ᾽ ὁρᾶν
δύναιτ᾽ ἂν ἑστὼς πολεμίοις ἐναντίος.

Ἄδραστος

Ἄδραστος

ἄκουε δή νυν: καὶ γὰρ οὐκ ἄκοντί μοι
δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι
φίλων ἀληθῆ καὶ δίκαι᾽ εἰπεῖν πέρι.
860ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο;
Καπανεὺς ὅδ᾽ ἐστίν: βίος μὲν ἦν πολύς,
ἥκιστα δ᾽ ὄλβῳ γαῦρος ἦν: φρόνημα δὲ
οὐδέν τι μεῖζον εἶχεν πένης ἀνήρ,
φεύγων τραπέζαις ὅστις ἐξογκοῖτ᾽ ἄγαν
865τἀρκοῦντ᾽ ἀτίζων: οὐ γὰρ ἐν γαστρὸς βορᾷ
τὸ χρηστὸν εἶναι, μέτρια δ᾽ ἐξαρκεῖν ἔφη.
φίλοις τ᾽ ἀληθὴς ἦν φίλος, παροῦσί τε
καὶ μὴ παροῦσιν: ὧν ἀριθμὸς οὐ πολύς.
ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,
870ἄκραντον οὐδὲν οὔτ᾽ ἐς οἰκέτας ἔχων
οὔτ᾽ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω
Ἐτέοκλον, ἄλλην χρηστότητ᾽ ἠσκηκότα:
νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,
πλείστας δὲ τιμὰς ἔσχ᾽ ἐν Ἀργείᾳ χθονί.
875φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων
οὐκ εἰσεδέξατ᾽ οἶκον ὥστε τοὺς τρόπους
δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.
τοὺς δ᾽ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν
ἤχθαιρ᾽: ἐπεί τοι κοὐδὲν αἰτία πόλις
880κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: