previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄγγελος

γυναῖκες, ἥκω πόλλ᾽ ἔχων λέγειν φίλα,
635αὐτός τε σωθείς: ᾑρέθην γὰρ ἐν μάχῃ,
ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι
ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα:
νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε
μακροῦ ἀποπαύσω: Καπανέως γὰρ λάτρις,
640ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ.

Χορός

φίλτατ᾽, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν
τήν τ᾽ ἀμφὶ Θησέως βάξιν: εἰ δὲ καὶ στρατὸς
σῶς ἐστ᾽ Ἀθηνῶν, πάντ᾽ ἂν ἀγγέλλοις φίλα.

Ἄγγελος

σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν
645πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπ᾽ Ἰνάχου
στείλας ἐπεστράτευσε Καδμείων πόλιν.

Χορός

πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος
ἔστησεν οἵ τε συμμετασχόντες δορός;
λέξον: παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.

Ἄγγελος

Ἄγγελος

650λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,
ἔβαλλε γαῖαν: ἀμφὶ δ᾽ Ἠλέκτρας πύλας
ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.
ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων:
τευχεσφόρον μὲν λαὸν ἐκτείνοντ᾽ ἄνω
655Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,
αὐτόν τ᾽ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,
καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους
κέρας, παλαιᾶς Κεκροπίας τ᾽ οἰκήτορας,
ἴσους ἀριθμόν: ἁρμάτων δ᾽ ὀχήματα
αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ
660κρήνην παρ᾽ αὐτὴν Ἄρεος: ἱππότην δ᾽ ὄχλον
πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον.
Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων,
665νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτ᾽ ἀγών,
ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.
ἱππεῦσι δ᾽ ἱππῆς ἦσαν ἀνθωπλισμένοι
τετραόροισί τ᾽ ἀντί᾽ ἅρμαθ᾽ ἅρμασιν.
κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε:
Σιγᾶτε, λαοί: σῖγα, Καδμείων στίχες,
670ἀκούσαθ᾽: ἡμεῖς ἥκομεν νεκροὺς μέτα,
θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον
σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 9.27
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: