previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θησεύς

κομψός γ᾽ κῆρυξ καὶ παρεργάτης λόγων.
ἐπεὶ δ᾽ ἀγῶνα καὶ σὺ τόνδ᾽ ἠγωνίσω,
ἄκου᾽: ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
οὐδὲν τυράννου δυσμενέστερον πόλει,
430ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι
κοινοί, κρατεῖ δ᾽ εἷς τὸν νόμον κεκτημένος
αὐτὸς παρ᾽ αὑτῷ: καὶ τόδ᾽ οὐκέτ᾽ ἔστ᾽ ἴσον.
γεγραμμένων δὲ τῶν νόμων τ᾽ ἀσθενὴς
πλούσιός τε τὴν δίκην ἴσην ἔχει,
435ἔστιν δ᾽ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις
τὸν εὐτυχοῦντα ταὔθ᾽, ὅταν κλύῃ κακῶς,
νικᾷ δ᾽ μείων τὸν μέγαν δίκαι᾽ ἔχων.
τοὐλεύθερον δ᾽ ἐκεῖνο: Τίς θέλει πόλει
χρηστόν τι βούλευμ᾽ ἐς μέσον φέρειν ἔχων;
440καὶ ταῦθ᾽ χρῄζων λαμπρός ἐσθ᾽, μὴ θέλων
σιγᾷ. τί τούτων ἔστ᾽ ἰσαίτερον πόλει;
καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός,
ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις:
ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,
445καὶ τοὺς ἀρίστους οὕς τ᾽ ἂν ἡγῆται φρονεῖν
κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.
πῶς οὖν ἔτ᾽ ἂν γένοιτ᾽ ἂν ἰσχυρὰ πόλις,
ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν
τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους;
450κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις
ὡς τῷ τυράννῳ πλείον᾽ ἐκμοχθῇ βίον;
παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,
δάκρυα δ᾽ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,
455εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.
ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
κλαίων γ᾽ ἂν ἦλθες, εἴ σε μὴ '†πεμψεν πόλις,
περισσὰ φωνῶν: τὸν γὰρ ἄγγελον χρεὼν
460λέξανθ᾽ ὅσ᾽ ἂν τάξῃ τις ὡς τάχος πάλιν
χωρεῖν. τὸ λοιπὸν δ᾽ εἰς ἐμὴν πόλιν Κρέων
ἧσσον λάλον σου πεμπέτω τιν᾽ ἄγγελον.

Χορός

φεῦ φεῦ: κακοῖσιν ὡς ὅταν δαίμων διδῷ
καλῶς, ὑβρίζουσ᾽ ὡς ἀεὶ πράξοντες εὖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: