previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κῆρυξ

τίς γῆς τύραννος; πρὸς τίν᾽ ἀγγεῖλαί με χρὴ
400λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
Ἐτεοκλέους θανόντος ἀμφ᾽ ἑπταστόμους
πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;

Θησεύς

πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
ζητῶν τύραννον ἐνθάδ᾽: οὐ γὰρ ἄρχεται
405ἑνὸς πρὸς ἀνδρός, ἀλλ᾽ ἐλευθέρα πόλις.
δῆμος δ᾽ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς
τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον.

Κῆρυξ

ἓν μὲν τόδ᾽ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
410κρεῖσσον: πόλις γὰρ ἧς ἐγὼ πάρειμ᾽ ἄπο
ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται:
οὐδ᾽ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
πρὸς κέρδος ἴδιον ἄλλοτ᾽ ἄλλοσε στρέφει,
τὸ δ᾽ αὐτίχ᾽ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν,
415ἐσαῦθις ἔβλαψ᾽, εἶτα διαβολαῖς νέαις
κλέψας τὰ πρόσθε σφάλματ᾽ ἐξέδυ δίκης.
ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους
ὀρθῶς δύναιτ᾽ ἂν δῆμος εὐθύνειν πόλιν;
γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους
420κρείσσω δίδωσι. γαπόνος δ᾽ ἀνὴρ πένης,
εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο
οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν᾽ ἀποβλέπειν.
δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
ὅταν πονηρὸς ἀξίωμ᾽ ἀνὴρ ἔχῃ
425γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: