previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄδραστος

καλλίνικε γῆς Ἀθηναίων ἄναξ,
Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.

Θησεύς

115τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;

Ἄδραστος

οἶσθ᾽ ἣν στρατείαν ἐστράτευσ᾽ ὀλεθρίαν.

Θησεύς

οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.

Ἄδραστος

ἐνταῦθ᾽ ἀπώλεσ᾽ ἄνδρας Ἀργείων ἄκρους.

Θησεύς

τοιαῦθ᾽ τλήμων πόλεμος ἐξεργάζεται.

Ἄδραστος

120τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.

Θησεύς

κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;

Ἄδραστος

κἄπειτά γ᾽ οἱ κτανόντες οὐκ ἐῶσί με.

Θησεύς

τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;

Ἄδραστος

τί δ᾽; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.

Θησεύς

125ξύμβουλον οὖν μ᾽ ἐπῆλθες; τίνος χάριν;

Ἄδραστος

κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.

Θησεύς

τὸ δ᾽ Ἄργος ἡμῖν ποῦ 'στιν; κόμποι μάτην;

Ἄδραστος

σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δ᾽ ἥκομεν.

Θησεύς

ἰδίᾳ δοκῆσάν σοι τόδ᾽ πάσῃ πόλει;

Ἄδραστος

130πάντες σ᾽ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.

Θησεύς

ἐκ τοῦ δ᾽ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;

Ἄδραστος

δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.

Θησεύς

τῷ δ᾽ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;

Ἄδραστος

οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.

Θησεύς

135ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;

Ἄδραστος

Τυδεῖ γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ.

Θησεύς

τίν᾽ εἰς ἔρωτα τῆσδε κηδείας μολών;

Ἄδραστος

Φοίβου μ᾽ ὑπῆλθε δυστόπαστ᾽ αἰνίγματα.

Θησεύς

τί δ᾽ εἶπ᾽ Ἀπόλλων παρθένοις κραίνων γάμον;

Ἄδραστος

140κάπρῳ με δοῦναι καὶ λέοντι παῖδ᾽ ἐμώ.

Θησεύς

σὺ δ᾽ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;

Ἄδραστος

ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας

Θησεύς

τίς καὶ τίς; εἰπέ: δύο γὰρ ἐξαυδᾷς ἅμα.

Ἄδραστος

Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θ᾽ ἅμα.

Θησεύς

145 τοῖσδ᾽ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;

Ἄδραστος

μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.

Θησεύς

ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθ᾽ ὅρους;

Ἄδραστος

Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.

Θησεύς

δ᾽ Οἰδίπου τί, τίνι τρόπῳ Θήβας λιπών;

Ἄδραστος

150ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.

Θησεύς

σοφήν γ᾽ ἔλεξας τήνδ᾽ ἑκούσιον φυγήν.

Ἄδραστος

ἀλλ᾽ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.

Θησεύς

οὔ πού σφ᾽ ἀδελφὸς χρημάτων νοσφίζεται;

Ἄδραστος

ταύτῃ δικάζων ἦλθον: εἶτ᾽ ἀπωλόμην.

Θησεύς

155μάντεις δ᾽ ἐπῆλθες ἐμπύρων τ᾽ εἶδες φλόγα;

Ἄδραστος

οἴμοι; διώκεις μ᾽ μάλιστ᾽ ἐγὼ 'σφάλην.

Θησεύς

οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.

Ἄδραστος

τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.

Θησεύς

οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;

Ἄδραστος

160νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.

Θησεύς

εὐψυχίαν ἔσπευσας ἀντ᾽ εὐβουλίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: