previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

καὶ μὴν ὅδ᾽ αὐτὸς σὸς πατὴρ βαίνει πέλας
γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,
οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.

Ἶφις

δυστάλαιναι, δυστάλας δ᾽ ἐγὼ γέρων,
1035ἥκω διπλοῦν πένθημ᾽ ὁμαιμόνων ἔχων,
τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ
Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν,
ζητῶν τ᾽ ἐμὴν παῖδ᾽, δόμων ἐξώπιος
βέβηκε πηδήσασα Καπανέως δάμαρ,
1040θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν
τὸν πρόσθ᾽ ἐφρουρεῖτ᾽ ἐν δόμοις: ἐπεὶ δ᾽ ἐγὼ
φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,
βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν
μάλιστ᾽ ἂν εἶναι: φράζετ᾽ εἰ κατείδετε.

Εὐάδνη

1045τί τάσδ᾽ ἐρωτᾷς; ἥδ᾽ ἐγὼ πέτρας ἔπι
ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς
δύστηνον αἰώρημα κουφίζω, πάτερ.

Ἶφις

τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν
δόμων ὑπεκβᾶσ᾽ ἦλθες ἐς τήνδε χθόνα;

Εὐάδνη

1050ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων
κλύων: ἀκοῦσαι δ᾽ οὔ σε βούλομαι, πάτερ.

Ἶφις

τί δ᾽; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;

Εὐάδνη

κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.

Ἶφις

σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;

Εὐάδνη

1055θέλει τι κλεινὸν οὗτος στολμός, πάτερ.

Ἶφις

ὡς οὐκ ἐπ᾽ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.

Εὐάδνη

ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.

Ἶφις

κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας;

Εὐάδνη

ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.

Ἶφις

1060νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν.

Εὐάδνη

πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.

Ἶφις

ἔργοις Ἀθάνας φρενῶν εὐβουλίᾳ;

Εὐάδνη

ἀρετῇ: πόσει γὰρ συνθανοῦσα κείσομαι.

Ἶφις

τί φῄς; τί τοῦτ᾽ αἴνιγμα σημαίνεις σαθρόν;

Εὐάδνη

1065ᾁσσω θανόντος Καπανέως τήνδ᾽ ἐς πυράν.

Ἶφις

θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς.

Εὐάδνη

τοῦτ᾽ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.

Ἶφις

ἀλλ᾽ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε.

Εὐάδνη

ὅμοιον: οὐ γὰρ μὴ κίχῃς μ᾽ ἑλὼν χερί.
1070καὶ δὴ παρεῖται σῶμασοὶ μὲν οὐ φίλον,
ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: