Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Εὐάδνη
ὁρῶ δὴ τελευτάν,
ἵν᾽ ἕστακα: τύχα δέ μοι
ξυνάπτοι ποδός: ἀλλὰ τᾶς
1015εὐκλεΐας χάριν ἔνθεν ὁρ-
μάσω τᾶσδ᾽ ἀπὸ πέτρας πη-
δήσασα πυρὸς ἔσω,
σῶμά τ᾽ αἴθοπι φλογμῷ
1020πόσει συμμείξασα, φίλον
χρῶτα χρωτὶ πέλας θεμένα,
Φερσεφονείας ἥξω θαλάμους,
σὲ τὸν θανόντ᾽ οὔποτ᾽ ἐμᾷ
προδοῦσα ψυχᾷ κατὰ γᾶς.
1025ἴτω φῶς γάμοι τε:
ἴθ᾽ αἵτινες εὐναὶ
δικαίων ὑμεναίων ἐν Ἄργει
φανῶσιν τέκνοις: ὅσιος δ᾽
ὅσιος εὐναῖος γαμέτας
1030συντηχθεὶς αὔραις ἀδόλοις
γενναίας ψυχᾶς ἀλόχοιο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.