previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης
σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς
λόγους ἀκούειν τῶν ἐναντίων πάρα.
ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων
960ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος,
φυλακὰς ἔχων ἔμιμνον, εἴτ᾽ αὐτοῦ μενεῖς
εἴτ᾽ ἐκφοβηθεῖσ᾽ αἰχμαλωτίδος φόνῳ
γυναικὸς οἴκων τῶνδ᾽ ἀπηλλάχθαι θέλεις.
ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,
965εἰ δ᾽ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον,
πέμψων σ᾽ ἀπ᾽ οἴκων τῶνδ᾽. ἐμὴ γὰρ οὖσα πρὶν
σὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ,
ὃς πρὶν τὰ Τροίας ἐσβαλεῖν ὁρίσματα
γυναῖκ᾽ ἐμοί σε δοὺς ὑπέσχεθ᾽ ὕστερον
970τῷ νῦν σ᾽ ἔχοντι, Τρῳάδ᾽ εἰ πέρσοι πόλιν.
ἐπεὶ δ᾽ Ἀχιλλέως δεῦρ᾽ ἐνόστησεν γόνος,
σῷ μὲν συνέγνων πατρί, τὸν δ᾽ ἐλισσόμην
γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας
καὶ τὸν παρόντα δαίμον᾽, ὡς φίλων μὲν ἂν
975γήμαιμ᾽ ἀπ᾽ ἀνδρῶν, ἔκτοθεν δ᾽ οὐ ῥᾳδίως,
φεύγων ἀπ᾽ οἴκων ἃς ἐγὼ φεύγω φυγάς.
δ᾽ ἦν ὑβριστὴς ἐς τ᾽ ἐμῆς μητρὸς φόνον
τάς θ᾽ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.
κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν
980ἤλγουν μὲν ἤλγουν, συμφορὰς δ᾽ ἠνειχόμην,
σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων.
νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας
καὶ ξυμφορὰν τήνδ᾽ ἐσπεσοῦσ᾽ ἀμηχανεῖς,
ἄξω σ᾽ ἀπ᾽ οἴκων καὶ πατρὸς δώσω χερί.
985τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς
οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.

Ἑρμιόνη
νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς
μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.
ἀλλ᾽ ὡς τάχιστα τῶνδέ μ᾽ ἔκπεμψον δόμων
990μὴ φθῇ σε προσβὰς δῶμα καὶ μ᾽ ἑλὼν πόσις,
πρέσβυς οἴκους μ᾽ ἐξερημοῦσαν μαθὼν
Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν.

Ὀρέστης
θάρσει γέροντος χεῖρα: τὸν δ᾽ Ἀχιλλέως
μηδὲν φοβηθῇς παῖδ᾽, ὅσ᾽ εἰς ἔμ᾽ ὕβρισε.
995τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένη
βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου
πρὸς τῆσδε χειρός: ἣν πάρος μὲν οὐκ ἐρῶ,
τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.
μητροφόντης δ᾽, ἢν δορυξένων ἐμῶν
1000μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα,
δείξω γαμεῖν σφε μηδέν᾽ ὧν ἐχρῆν ἐμέ.
πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην
ἄνακτα Φοῖβον: οὐδέ νιν μετάστασις
γνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας,
1005ἀλλ᾽ ἔκ τ᾽ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς
κακῶς ὀλεῖται: γνώσεται δ᾽ ἔχθραν θεοῦ.
ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν
δαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα.

load focus English (David Kovacs)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 81
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: