previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός
545καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,
σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα.

Πηλεύς
ὑμᾶς ἐρωτῶ τόν τ᾽ ἐφεστῶτα σφαγῇ,
τί ταῦτα; πῶς ταῦτ᾽; ἐκ τίνος λόγου νοσεῖ
δόμος; τί πράσσετ᾽ ἄκριτα μηχανώμενοι;
550Μενέλα᾽, ἐπίσχες: μὴ τάχυν᾽ ἄνευ δίκης.

ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι
σχολῆς τόδ᾽ ἔργον, ἀλλ᾽ ἀνηβητηρίαν
ῥώμην με καὶ νῦν λαμβάνειν, εἴπερ ποτέ.
πρῶτον μὲν οὖν κατ᾽ οὖρον ὥσπερ ἱστίοις
555ἐμπνεύσομαι τῇδ᾽: εἰπέ, τίνι δίκῃ χέρας
βρόχοισιν ἐκδήσαντες οἵδ᾽ ἄγουσί σε
καὶ παῖδ᾽; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,
ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.

Ἀνδρομάχη
οἵδ᾽, γεραιέ, σὺν τέκνῳ θανουμένην
560ἄγουσί μ᾽ οὕτως ὡς ὁρᾷς. τί σοι λέγω;
οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ
μετῆλθον, ἀλλὰ μυρίων ὑπ᾽ ἀγγέλων.
ἔριν δὲ τὴν κατ᾽ οἶκον οἶσθά που κλύων
τῆς τοῦδε θυγατρός, ὧν τ᾽ ἀπόλλυμαι χάριν.
565καὶ νῦν με βωμοῦ Θέτιδος, τὸν εὐγενῆ
ἔτικτέ σοι παῖδ᾽, ἣν σὺ θαυμαστὴν σέβεις,
ἄγουσ᾽ ἀποσπάσαντες, οὔτε τῳ δίκῃ
κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων
μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν
570γνόντες τέκνου τε τοῦδ᾽, ὃν οὐδὲν αἴτιον
μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτανεῖν.

ἀλλ᾽ ἀντιάζω σ᾽, γέρον, τῶν σῶν πάρος
πίτνουσα γονάτωνχειρὶ δ᾽ οὐκ ἔξεστί μοι
τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος
575ῥῦσαί με πρὸς θεῶν: εἰ δὲ μή, θανούμεθα
αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ᾽ ἐμοί, γέρον.

Πηλεύς
χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,
καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.

Μενέλαος
ἐγὼ δ᾽ ἀπαυδῶ τἄλλα τ᾽ οὐχ ἥσσων σέθεν
580καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς.

Πηλεύς
πῶς; τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν
δεῦρ᾽; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;

Μενέλαος
εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.

Πηλεύς
οὑμὸς δέ γ᾽ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.

Μενέλαος
585οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ᾽ ἐμά;

Πηλεύς
[ναί,]
δρᾶν εὖ, κακῶς δ᾽ οὔ, μηδ᾽ ἀποκτείνειν βίᾳ.

Μενέλαος
ὡς τήνδ᾽ ἀπάξεις οὔποτ᾽ ἐξ ἐμῆς χερός.

Πηλεύς
σκήπτρῳ γε τῷδε σὸν καθαιμάξας κάρα.

Μενέλαος
ψαῦσόν θ᾽, ἵν᾽ εἰδῇς, καὶ πέλας πρόσελθέ μου.

load focus English (David Kovacs)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: