Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μενέλαος
τί με προσπίτνεις, ἁλίαν πέτραν
ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;
τοῖς γὰρ ἐμοῖσιν γέγον᾽ ὠφελία,
540σοὶ δ᾽ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι
μέγ᾽ ἀναλώσας ψυχῆς μόριον
Τροίαν εἷλον καὶ μητέρα σήν:
ἧς ἀπολαύων
Ἅιδην χθόνιον καταβήσῃ.