Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀνδρομάχη
ἅδ᾽ ἐγὼ χέρας αἱματη-
ρὰς βρόχοισι κεκλῃμένα
πέμπομαι κατὰ γαίας.
Παῖς
μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ
505πτέρυγι συγκαταβαίνω.
Ἀνδρομάχη
θῦμα δάιον, ὦ χθονὸς
Φθίας κράντορες.
Παῖς
ὦ πάτερ,
μόλε φίλοις ἐπίκουρος.
Ἀνδρομάχη
510κείσῃ δή, τέκνον ὦ φίλος,
μαστοῖς ματέρος ἀμφὶ σᾶς
νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ <τε>.
Παῖς
ὤμοι μοι, τί πάθω; τάλας
δῆτ᾽ ἐγὼ σύ τε, μᾶτερ.