previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μενέλαος
425λάβεσθέ μοι τῆσδ᾽, ἀμφελίξαντες χέρας,
δμῶες: λόγους γὰρ οὐ φίλους ἀκούσεται.
ἔχω σ᾽: ἵν᾽ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,
προύτεινα παιδὸς θάνατον, σ᾽ ὑπήγαγον
εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.
430καὶ τἀμφὶ σοῦ μὲν ὧδ᾽ ἔχοντ᾽ ἐπίστασο:
τὰ δ᾽ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,
ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ.
ἀλλ᾽ ἕρπ᾽ ἐς οἴκους τούσδ᾽, ἵν᾽ εἰς ἐλευθέρους
δούλη γεγῶσα μηκέθ᾽ ὑβρίζειν μάθῃς.

Ἀνδρομάχη
435οἴμοι: δόλῳ μ᾽ ὑπῆλθες, ἠπατήμεθα.

Μενέλαος
κήρυσσ᾽ ἅπασιν: οὐ γὰρ ἐξαρνούμεθα.

Ἀνδρομάχη
ταῦτ᾽ ἐν ὑμῖν τοῖς παρ᾽ Εὐρώτᾳ σοφά;

Μενέλαος
κἀν τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν.

Ἀνδρομάχη
τὰ θεῖα δ᾽ οὐ θεῖ᾽ οὐδ᾽ ἔχειν ἡγῇ δίκην;

Μενέλαος
440ὅταν τάδ᾽ , τότ᾽ οἴσομεν: σὲ δὲ κτενῶ.

Ἀνδρομάχη
καὶ νεοσσὸν τόνδ᾽, ὑπὸ πτερῶν σπάσας;

Μενέλαος
οὐ δῆτα: θυγατρὶ δ᾽, ἢν θέλῃ, δώσω κτανεῖν.

Ἀνδρομάχη
οἴμοι: τί δῆτά σ᾽ οὐ καταστένω, τέκνον;

Μενέλαος
οὔκουν θρασεῖά γ᾽ αὐτὸν ἐλπὶς ἀμμένει.

Ἀνδρομάχη
445 πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν
Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,
ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,
λικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ
φρονοῦντες, ἀδίκως εὐτυχεῖτ᾽ ἀν᾽ Ἑλλάδα.
450τί δ᾽ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;
οὐκ αἰσχροκερδεῖς, οὐ λέγοντες ἄλλα μὲν
γλώσσῃ, φρονοῦντες δ᾽ ἄλλ᾽ ἐφευρίσκεσθ᾽ ἀεί;
ὄλοισθ᾽. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς
ὃς σοὶ δέδοκται: κεῖνα γάρ μ᾽ ἀπώλεσεν,
455ὅθ᾽ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν
πόσις θ᾽ κλεινός, ὅς σε πολλάκις δορὶ
ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.
νῦν δ᾽ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς
κτείνεις μ᾽. ἀπόκτειν᾽: ὡς ἀθώπευτόν γέ σε
460γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.
ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας,
ἡμεῖς δὲ Τροίᾳ γ᾽. εἰ δ᾽ ἐγὼ πράσσω κακῶς,
μηδὲν τόδ᾽ αὔχει: καὶ σὺ γὰρ πράξειας ἄν.

load focus English (David Kovacs)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: