Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
οὔτ᾽ ἂν ἐπ᾽ Ἰλιάσι ζυγὸν ἤλυθε
δούλιον, σύ τ᾽ ἂν γύναι,
τυράννων ἔσχες ἂν δόμων ἕδρας:
παρέλυσε δ᾽ ἂν Ἑλλάδος ἀλγεινοὺς
305οὓς ἀμφὶ Τρωίαν πόνους
δεκέτεις ἀλάληντο νέοι λόγχαις.
λέχη τ᾽ ἔρημ᾽ ἂν οὔποτ᾽ ἐξελείπετο,
καὶ τεκέων ὀρφανοὶ γέροντες.