Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἀλλ᾽ εἴθ᾽ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν
ἁ τεκοῦσά νιν μόρον
295πρὶν Ἰδαῖον κατοικίσαι λέπας,
ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ
βόασε Κασάνδρα κτανεῖν,
μεγάλαν Πριάμου πόλεως λώβαν.
τίν᾽ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο
300δαμογερόντων βρέφος φονεύειν;