Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
πολλαὶ δ᾽ ἀν᾽ Ἑλλάνων ἀγόρους στοναχὰς
μέλποντο δυστάνων λεχέων ἄλοχοι,
1040ἐκ δ᾽ ἔλειπον οἴκους
πρὸς ἄλλον εὐνάτορ᾽. οὐχὶ σοὶ μόνᾳ
δύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι:
νόσον Ἑλλὰς ἔτλα, νόσον: διέβα δὲ Φρυγῶν
1045καὶ πρὸς εὐκάρπους γύας
σκηπτὸς σταλάσσων †Ἅιδα† φόνον.