previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός
ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν,
γνώσῃ γὰρ αὖθις ἀμπλακών: ἐμοὶ πιθοῦ.

Θησεύς
οὐκ ἔστι. καὶ πρός γ᾽ ἐξελῶ σφε τῆσδε γῆς,
δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται:
895 γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους
θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων,
τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος
ξένην ἐπ᾽ αἶαν λυπρὸν ἀντλήσει βίον.

Χορός
καὶ μὴν ὅδ᾽ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα
900Ἱππόλυτος: ὀργῆς δ᾽ ἐξανεὶς κακῆς, ἄναξ
Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις.

Ἱππόλυτος
κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
σπουδῇ: τὸ μέντοι πρᾶγμ᾽ ὅτῳ στένεις ἔπι
οὐκ οἶδα, βουλοίμην δ᾽ ἂν ἐκ σέθεν κλύειν.
905ἔα, τί χρῆμα; σὴν δάμαρθ᾽ ὁρῶ, πάτερ,
νεκρόν: μεγίστου θαύματος τόδ᾽ ἄξιον:
ἣν ἀρτίως ἔλειπον, φάος τόδε
οὔπω χρόνος παλαιὸς εἰσεδέρκετο.
τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται;
910πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.
σιγᾷς: σιωπῆς δ᾽ οὐδὲν ἔργον ἐν κακοῖς:
[ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν
κἀν τοῖς κακοῖσι λίχνος οὖσ᾽ ἁλίσκεται.]
οὐ μὴν φίλους γε, κἄτι μᾶλλον φίλους,
915κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.

Θησεύς
πόλλ᾽ ἁμαρτάνοντες ἄνθρωποι μάτην,
τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
ἓν δ᾽ οὐκ ἐπίστασθ᾽ οὐδ᾽ ἐθηράσασθέ πω,
920φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;

Ἱππόλυτος
δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
τοὺς μὴ φρονοῦντας δυνατός ἐστ᾽ ἀναγκάσαι.
ἀλλ᾽ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
δέδοικα μή σου γλῶσσ᾽ ὑπερβάλλῃ κακοῖς.

Θησεύς
925φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον
σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
ὅστις τ᾽ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
τὴν μὲν δικαίαν, τὴν δ᾽ ὅπως ἐτύγχανεν,
930ὡς φρονοῦσα τἄδικ᾽ ἐξηλέγχετο
πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.

Ἱππόλυτος
ἀλλ᾽ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
φίλων, νοσοῦμεν δ᾽ οὐδὲν ὄντες αἴτιοι;
ἔκ τοι πέπληγμαι: σοὶ γὰρ ἐκπλήσσουσί με
935λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.

load focus English (David Kovacs)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: