Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
Ἑσπερίδων δ᾽ ἐπὶ μηλόσπορον ἀκτὰν
ἀνύσαιμι τᾶν ἀοιδῶν,
ἵν᾽ ὁ πορφυρέας πον-
τομέδων λίμνας
745ναύταις οὐκέθ᾽ ὁδὸν νέμει,
σεμνὸν τέρμονα κυρῶν
οὐρανοῦ, τὸν Ἄτλας ἔχει:
κρῆναί τ᾽ ἀμβρόσιαι χέον-
ται Ζηνὸς μελάθρων παρὰ κοίταις,
750ἵν᾽ ὀλβιόδωρος αὔξει ζαθέα
χθὼν εὐδαιμονίαν θεοῖς.