previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἱππόλυτος
σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
λειμῶνος, δέσποινα, κοσμήσας φέρω,
75ἔνθ᾽ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
οὔτ᾽ ἦλθέ πω σίδηρος, ἀλλ᾽ ἀκήρατον
μέλισσα λειμῶν᾽ ἠρινὴ διέρχεται,
Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις,
ὅσοις διδακτὸν μηδὲν ἀλλ᾽ ἐν τῇ φύσει
80τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάντ᾽ ἀεί,
τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ᾽ οὐ θέμις.
ἀλλ᾽, φίλη δέσποινα, χρυσέας κόμης
ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
μόνῳ γάρ ἐστι τοῦτ᾽ ἐμοὶ γέρας βροτῶν:
85σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
κλύων μὲν αὐδῆς, ὄμμα δ᾽ οὐχ ὁρῶν τὸ σόν.
τέλος δὲ κάμψαιμ᾽ ὥσπερ ἠρξάμην βίου.

Θεράπων
ἄναξθεοὺς γὰρ δεσπότας καλεῖν χρεών
ἆρ᾽ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;

Ἱππόλυτος
90καὶ κάρτα γ᾽: γὰρ οὐ σοφοὶ φαινοίμεθ᾽ ἄν.

Θεράπων
οἶσθ᾽ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος;

Ἱππόλυτος
οὐκ οἶδα: τοῦ δὲ καί μ᾽ ἀνιστορεῖς πέρι;

Θεράπων
μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.

Ἱππόλυτος
ὀρθῶς γε: τίς δ᾽ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;

Θεράπων
95ἐν δ᾽ εὐπροσηγόροισίν ἐστί τις χάρις;

Ἱππόλυτος
πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.

Θεράπων
κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;

Ἱππόλυτος
εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.

Θεράπων
πῶς οὖν σὺ σεμνὴν δαίμον᾽ οὐ προσεννέπεις;

Ἱππόλυτος
100τίν᾽; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.

Θεράπων
τήνδ᾽, πύλαισι σαῖς ἐφέστηκεν πέλας.

Ἱππόλυτος
πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.

Θεράπων
σεμνή γε μέντοι κἀπίσημος ἐν βροτοῖς.

Ἱππόλυτος
οὐδείς μ᾽ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.

Θεράπων
τιμαῖσιν, παῖ, δαιμόνων χρῆσθαι χρεών.

Ἱππόλυτος
ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.

Θεράπων
105εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.

Ἱππόλυτος
χωρεῖτ᾽, ὀπαδοί, καὶ παρελθόντες δόμους
σίτων μέλεσθε: τερπνὸν ἐκ κυναγίας
110τράπεζα πλήρης: καὶ καταψήχειν χρεὼν
ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο
βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
τὴν σὴν δὲ Κύπριν πόλλ᾽ ἐγὼ χαίρειν λέγω.

Θεράπων
ἡμεῖς δέ, τοὺς νέους γὰρ οὐ μιμητέον
115φρονοῦντας οὕτως, ὡς πρέπει δούλοις λέγειν
προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν:
εἴ τίς σ᾽ ὑφ᾽ ἥβης σπλάγχνον ἔντονον φέρων
μάταια βάζει, μὴ δόκει τούτων κλύειν.
120σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.

load focus English (David Kovacs)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: