previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τροφός
ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ᾽ οὐ θέλεις
παῖδάς τ᾽ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.

Φαίδρα
315φιλῶ τέκν᾽: ἄλλῃ δ᾽ ἐν τύχῃ χειμάζομαι.

Τροφός
ἁγνὰς μέν, παῖ, χεῖρας αἵματος φορεῖς;

Φαίδρα
χεῖρες μὲν ἁγναί, φρὴν δ᾽ ἔχει μίασμά τι.

Τροφός
μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;

Φαίδρα
φίλος μ᾽ ἀπόλλυσ᾽ οὐχ ἑκοῦσαν οὐχ ἑκών.

Τροφός
320Θησεύς τιν᾽ ἡμάρτηκεν ἐς σ᾽ ἁμαρτίαν;

Φαίδρα
μὴ δρῶσ᾽ ἔγωγ᾽ ἐκεῖνον ὀφθείην κακῶς.

Τροφός
τί γὰρ τὸ δεινὸν τοῦθ᾽ σ᾽ ἐξαίρει θανεῖν;

Φαίδρα
ἔα μ᾽ ἁμαρτεῖν: οὐ γὰρ ἐς σ᾽ ἁμαρτάνω.

Τροφός
οὐ δῆθ᾽ ἑκοῦσά γ᾽, ἐν δὲ σοὶ λελείψομαι.

Φαίδρα
325τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη;

Τροφός
καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.

Φαίδρα
κάκ᾽ τάλαινά σοι τάδ᾽, εἰ πεύσῃ, κακά.

Τροφός
μεῖζον γὰρ σου μὴ τυχεῖν τί μοι κακόν;

Φαίδρα
ὀλῇ. τὸ μέντοι πρᾶγμ᾽ ἐμοὶ τιμὴν φέρει.

Τροφός
330κἄπειτα κρύπτεις, χρήσθ᾽ ἱκνουμένης ἐμοῦ;

Φαίδρα
ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.

Τροφός
οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ;

Φαίδρα
ἄπελθε πρὸς θεῶν δεξιάν τ᾽ ἐμὴν μέθες.

Τροφός
οὐ δῆτ᾽, ἐπεί μοι δῶρον οὐ δίδως χρῆν.

Φαίδρα
335δώσω: σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.

Τροφός
σιγῷμ᾽ ἂν ἤδη: σὸς γὰρ οὑντεῦθεν λόγος.

Φαίδρα
τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον.

Τροφός
ὃν ἔσχε ταύρου, τέκνον, τί φῂς τόδε;

Φαίδρα
σύ τ᾽, τάλαιν᾽ ὅμαιμε, Διονύσου δάμαρ.

Τροφός
340τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;

Φαίδρα
τρίτη δ᾽ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.

Τροφός
ἔκ τοι πέπληγμαι: ποῖ προβήσεται λόγος;

Φαίδρα
ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.

Τροφός
οὐδέν τι μᾶλλον οἶδ᾽ βούλομαι κλύειν.

Φαίδρα
φεῦ:
345πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

Τροφός
οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.

Φαίδρα
τί τοῦθ᾽ δὴ λέγουσιν ἀνθρώπους ἐρᾶν;

Τροφός
ἥδιστον, παῖ, ταὐτὸν ἀλγεινόν θ᾽ ἅμα.

Φαίδρα
ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι.

Τροφός
350τί φῄς; ἐρᾷς, τέκνον; ἀνθρώπων τίνος;

Φαίδρα
ὅστις ποθ᾽ οὗτός ἐσθ᾽, τῆς Ἀμαζόνος. . .

Τροφός
Ἱππόλυτον αὐδᾷς;

Φαίδρα
σοῦ τάδ᾽, οὐκ ἐμοῦ κλύεις.

Τροφός
οἴμοι, τί λέξεις, τέκνον; ὥς μ᾽ ἀπώλεσας.
γυναῖκες, οὐκ ἀνασχέτ᾽, οὐκ ἀνέξομαι
355ζῶσ᾽: ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
ῥίψω μεθήσω σῶμ᾽, ἀπαλλαχθήσομαι
βίου θανοῦσα: χαίρετ᾽, οὐκέτ᾽ εἴμ᾽ ἐγώ.
οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλ᾽ ὅμως,
κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ᾽ ἦν θεός,
360ἀλλ᾽ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: