previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός
γύναι γεραιά, βασιλίδος πιστὴ τροφέ,
Φαίδρας ὁρῶμεν τάσδε δυστήνους τύχας.
ἄσημα δ᾽ ἡμῖν ἥτις ἐστὶν νόσος:
270σοῦ δ᾽ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ᾽ ἄν.

Τροφός
ἔληξ᾽ ἐλέγχουσ᾽: οὐ γὰρ ἐννέπειν θέλει.

Χορός
οὐδ᾽ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;

Τροφός
ἐς ταὐτὸν ἥκεις: πάντα γὰρ σιγᾷ τάδε.

Χορός
ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.

Τροφός
275πῶς δ᾽ οὔ, τριταίαν γ᾽ οὖσ᾽ ἄσιτος ἡμέραν;

Χορός
πότερον ὑπ᾽ ἄτης θανεῖν πειρωμένη;

Τροφός
θανεῖν; ἀσιτεῖ γ᾽ εἰς ἀπόστασιν βίου.

Χορός
θαυμαστὸν εἶπας, εἰ τάδ᾽ ἐξαρκεῖ πόσει.

Τροφός
κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.

Χορός
280 δ᾽ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;

Τροφός
ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.

Χορός
σὺ δ᾽ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη
νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;

Τροφός
ἐς πάντ᾽ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον.
285οὐ μὴν ἀνήσω γ᾽ οὐδὲ νῦν προθυμίας,
ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς
οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.

ἄγ᾽, φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
λαθώμεθ᾽ ἄμφω, καὶ σύ θ᾽ ἡδίων γενοῦ
290στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν,
ἐγώ θ᾽ ὅπῃ σοι μὴ καλῶς τόθ᾽ εἱπόμην
μεθεῖσ᾽ ἐπ᾽ ἄλλον εἶμι βελτίω λόγον.
κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
γυναῖκες αἵδε συγκαθιστάναι νόσον:
295εἰ δ᾽ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,
λέγ᾽, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.
εἶἑν: τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
ἀλλ᾽ μ᾽ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
300φθέγξαι τι, δεῦρ᾽ ἄθρησον. τάλαιν᾽ ἐγώ.
γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
ἴσον δ᾽ ἄπεσμεν τῷ πρίν: οὔτε γὰρ τότε
λόγοις ἐτέγγεθ᾽ ἥδε νῦν τ᾽ οὐ πείθεται.

ἀλλ᾽ ἴσθι μέντοιπρὸς τάδ᾽ αὐθαδεστέρα
305γίγνου θαλάσσηςεἰ θανῇ, προδοῦσα σοὺς
παῖδας, πατρῴων μὴ μεθέξοντας δόμων,
μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
σοῖς τέκνοισι δεσπότην ἐγείνατο
νόθον φρονοῦντα γνήσι᾽, οἶσθά νιν καλῶς,
310Ἱππόλυτον . . .

Φαίδρα
οἴμοι.

Τροφός
θιγγάνει σέθεν τόδε;

Φαίδρα
ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν
τοῦδ᾽ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: