Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν
ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν
ὠδίνων τε καὶ ἀφροσύνας.
165δι᾽ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ᾽
αὔρα: τὰν δ᾽ εὔλοχον οὐρανίαν
τόξων μεδέουσαν ἀύτευν
Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ
σὺν θεοῖσι φοιτᾷ.