previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σὺ δ᾽, γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
σὸν παῖδ᾽ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι:
ἄκων γὰρ ὤλεσάς νιν, ἀνθρώποισι δὲ
θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
1435καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,
Ἱππόλυτ᾽: ἔχει γὰρ μοῖραν διεφθάρης.
καὶ χαῖρ᾽: ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
οὐδ᾽ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς:
ὁρῶ δέ σ᾽ ἤδη τοῦδε πλησίον κακοῦ.

Ἱππόλυτος
1440χαίρουσα καὶ σὺ στεῖχε, παρθέν᾽ ὀλβία:
μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν.
λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν:
καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.

αἰαῖ, κατ᾽ ὄσσων κιγχάνει μ᾽ ἤδη σκότος:
1445λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας.

Θησεύς
οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα;

Ἱππόλυτος
ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.

Θησεύς
τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;

Ἱππόλυτος
οὐ δῆτ᾽, ἐπεί σε τοῦδ᾽ ἐλευθερῶ φόνου.

Θησεύς
1450τί φῄς; ἀφίης αἵματός μ᾽ ἐλεύθερον;

Ἱππόλυτος
τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.

Θησεύς
φίλταθ᾽, ὡς γενναῖος ἐκφαίνῃ πατρί.

Ἱππόλυτος
χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.

Θησεύς
οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.

Ἱππόλυτος
1455τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.

Θησεύς
μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει.

Ἱππόλυτος
κεκαρτέρηται τἄμ᾽: ὄλωλα γάρ, πάτερ.
κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.

Θησεύς
κλείν᾽Ἀθῆναι Παλλάδος θ᾽ ὁρίσματα,†
1460οἵου στερήσεσθ᾽ ἀνδρός. τλήμων ἐγώ,
ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: