previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄρτεμις
ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν.
καίτοι προκόψω γ᾽ οὐδέν, ἀλγυνῶ δέ σε:
ἀλλ᾽ ἐς τόδ᾽ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα
τοῦ σοῦ δικαίαν, ὡς ὑπ᾽ εὐκλείας θάνῃ,
1300καὶ σῆς γυναικὸς οἶστρον τρόπον τινὰ
γενναιότητα: τῆς γὰρ ἐχθίστης θεῶν
ἡμῖν ὅσοισι παρθένειος ἡδονὴ
δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν.
γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη
1305τροφοῦ διώλετ᾽ οὐχ ἑκοῦσα μηχαναῖς,
σῷ δι᾽ ὅρκων παιδὶ σημαίνει νόσον.
δ᾽, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετο
λόγοισιν, οὐδ᾽ αὖ πρὸς σέθεν κακούμενος
ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς.
1310 δ᾽ εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένη
ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν
δόλοισι σὸν παῖδ᾽, ἀλλ᾽ ὅμως ἔπεισέ σε.

Θησεύς
οἴμοι.

Ἄρτεμις
δάκνει σε, Θησεῦ, μῦθος; ἀλλ᾽ ἔχ᾽ ἥσυχος,
τοὐνθένδ᾽ ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον.
1315ἆρ᾽ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;
ὧν τὴν μίαν παρεῖλες, κάκιστε σύ,
ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα.
πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς
ἔδωχ᾽ ὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν:
1320σὺ δ᾽ ἔν τ᾽ ἐκείνῳ κἀν ἐμοὶ φαίνῃ κακός,
ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα
ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷ
σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον σ᾽ ἐχρῆν
ἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες.

Θησεύς
1325δέσποιν᾽, ὀλοίμην.

Ἄρτεμις
δείν᾽ ἔπραξας, ἀλλ᾽ ὅμως
ἔτ᾽ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν:
Κύπρις γὰρ ἤθελ᾽ ὥστε γίγνεσθαι τάδε,
πληροῦσα θυμόν. θεοῖσι δ᾽ ὧδ᾽ ἔχει νόμος:
οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ
1330τῇ τοῦ θέλοντος, ἀλλ᾽ ἀφιστάμεσθ᾽ ἀεί.
ἐπεί, σάφ᾽ ἴσθι, Ζῆνα μὴ φοβουμένη
οὐκ ἄν ποτ᾽ ἦλθον ἐς τόδ᾽ αἰσχύνης ἐγὼ
ὥστ᾽ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ
θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν
1335τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης:
ἔπειτα σὴ θανοῦσ᾽ ἀνήλωσεν γυνὴ
λόγων ἐλέγχους, ὥστε σὴν πεῖσαι φρένα.

μάλιστα μέν νυν σοὶ τάδ᾽ ἔρρωγεν κακά,
λύπη δὲ κἀμοί: τοὺς γὰρ εὐσεβεῖς θεοὶ
1340θνῄσκοντας οὐ χαίρουσι: τούς γε μὴν κακοὺς
αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: