Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃ
τὸν ἀμφὶ Λίμνας τρόχον κατέχων ποδὶ γυμνάδος ἵππου:
1135μοῦσα δ᾽ ἄυπνος ὑπ᾽ ἄντυγι χορδᾶν
λήξει πατρῷον ἀνὰ δόμον:
ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι
Λατοῦς βαθεῖαν ἀνὰ χλόαν:
1140νυμφιδία δ᾽ ἀπόλωλε φυγᾷ σᾷ
λέκτρων ἅμιλλα κούραις.