Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ᾽, ὅταν φρένας ἔλθῃ,
1105λύπα παραιρεῖ ξύνεσίς τε: τίς ἐλπὶς ἃ κεύθει
λείπεται ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσειν;
ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ᾽ ἵσταται ἀνδράσιν αἰὼν
1110πολυπλάνητος αἰεί.