previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ᾽ ἄλλ᾽ ἔχεις:
εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ᾽ ἐγὼ
καὶ τῆσδ᾽ ὁρώσης φέγγος ἠγωνιζόμην,
ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών:
1025νῦν δ᾽ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς
ὄμνυμι τῶν σῶν μήποθ᾽ ἅψασθαι γάμων
μηδ᾽ ἂν θελῆσαι μηδ᾽ ἂν ἔννοιαν λαβεῖν.
τἄρ᾽ ὀλοίμην ἀκλεὴς ἀνώνυμος
[ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,]
1030καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου
σάρκας θανόντος, εἰ κακὸς πέφυκ᾽ ἀνήρ.
τί δ᾽ ἥδε δειμαίνουσ᾽ ἀπώλεσεν βίον
οὐκ οἶδ᾽, ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν:
ἐσωφρόνησε δ᾽ οὐκ ἔχουσα σωφρονεῖν,
1035ἡμεῖς δ᾽ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.

Χορός
ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν,
ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.

Θησεύς
ἆρ᾽ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ᾽ ὅδε,
ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ
1040ψυχὴν κρατήσειν, τὸν τεκόντ᾽ ἀτιμάσας;

Ἱππόλυτος
καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ:
εἰ γὰρ σὺ μὲν παῖς ἦσθ᾽, ἐγὼ δὲ σὸς πατήρ,
ἔκτεινά τοί σ᾽ ἂν κοὐ φυγαῖς ἐζημίουν,
εἴπερ γυναικὸς ἠξίους ἐμῆς θιγεῖν.

Θησεύς
1045ὡς ἄξιον τόδ᾽ εἶπας: οὐχ οὕτω θανῇ,
ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον:
ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ:
ἀλλ᾽ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς
ξένην ἐπ᾽ αἶαν λυπρὸν ἀντλήσεις βίον.
1050[μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.]

Ἱππόλυτος
οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
δέξῃ καθ᾽ ἡμῶν, ἀλλά μ᾽ ἐξελᾷς χθονός;

Θησεύς
πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,
εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.

Ἱππόλυτος
1055οὐδ᾽ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων
φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;

Θησεύς
δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
κατηγορεῖ σου πιστά: τοὺς δ᾽ ὑπὲρ κάρα
φοιτῶντας ὄρνις πόλλ᾽ ἐγὼ χαίρειν λέγω.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: