Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
910ἔστιν ἐν οὐρανῷ βεβα-
κὼς ὁ σὸς γόνος, ὦ γεραι-
ά: φεύγει λόγον ὡς τὸν Ἅι-
δα δόμον κατέβα, πυρὸς
δεινᾷ φλογὶ σῶμα δαισθείς:
915Ἥβας τ᾽ ἐρατὸν χροΐ-
ζει λέχος χρυσέαν κατ᾽ αὐλάν.
ὦ Ὑμέναιε, δισ-
σοὺς παῖδας Διὸς ἠξίωσας.