Χορός
ἔα ἔα: τίς ἡ βοὴ βωμοῦ πέλας
ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;
75ἴδετε τὸν γέροντ᾽ ἀμαλὸν ἐπὶ πέδῳ χύμενον: ὦ τάλας
πρὸς τοῦ ποτ᾽ ἐν γῇ πτῶμα δύστηνον πίτνεις;
Ἰόλαος
ὅδ᾽ ὦ ξένοι με σοὺς ἀτιμάζων θεοὺς
ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.
Χορός
80σὺ δ᾽ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν
ξύνοικον ἦλθες λαόν; ἦ πέραθεν ἁλίῳ πλάτᾳ
κατέχετ᾽ ἐκλιπόντες Εὐβοῖδ᾽ ἀκτάν;
Ἰόλαος
οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,
85ἀλλ᾽ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.
Χορός
ὄνομα τί σε, γέρον, Μυκηναῖος ὠνόμαζεν λεώς;
Ἰόλαος
τὸν Ἡράκλειον ἴστε που παραστάτην
Ἰόλαον: οὐ γὰρ σῶμ᾽ ἀκήρυκτον τόδε.
Χορός
90οἶδ᾽ εἰσακούσας καὶ πρίν: ἀλλὰ τοῦ ποτ᾽ ἐν χειρὶ σᾷ
κομίζεις κόρους νεοτρεφεῖς; φράσον.
Ἰόλαος
Ἡρακλέους οἵδ᾽ εἰσὶ παῖδες, ὦ ξένοι,
ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics