previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τέκνα τέκνα, δεῦρο, λαμβάνεσθ᾽ ἐμῶν
πέπλων: ὁρῶ κήρυκα τόνδ᾽ Εὐρυσθέως
50στείχοντ᾽ ἐφ᾽ ἡμᾶς, οὗ διωκόμεσθ᾽ ὕπο
πάσης ἀλῆται γῆς ἀπεστερημένοι.
μῖσος, εἴθ᾽ ὄλοιο χὠ πέμψας <σ᾽> ἀνήρ,
ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ
ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.

Κῆρυξ
55 που καθῆσθαι τήνδ᾽ ἕδραν καλὴν δοκεῖς
πόλιν τ᾽ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν:
οὐ γάρ τις ἔστιν ὃς πάροιθ᾽ αἱρήσεται
τὴν σὴν ἀχρεῖον δύναμιν ἀντ᾽ Εὐρυσθέως.
χώρει: τί μοχθεῖς ταῦτ᾽; ἀνίστασθαί σε χρὴ
60ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.

Ἰόλαος
οὐ δῆτ᾽, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,
ἐλευθέρα τε γαῖ᾽ ἐν βεβήκαμεν.

Κῆρυξ
βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;

Ἰόλαος
οὔτοι βίᾳ γέ μ᾽ οὐδὲ τούσδ᾽ ἄξεις λαβών.

Κῆρυξ
65γνώσῃ σύ: μάντις δ᾽ ἦσθ᾽ ἄρ᾽ οὐ καλὸς τάδε.

Ἰόλαος
οὐκ ἂν γένοιτο τοῦτ᾽ ἐμοῦ ζῶντός ποτε.

Κῆρυξ
ἄπερρ᾽: ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,
ἄξω νομίζων, οὗπέρ εἰσ᾽, Εὐρυσθέως.

Ἰόλαος
τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,
70ἀμύνεθ᾽: ἱκέται δ᾽ ὄντες ἀγοραίου Διὸς
βιαζόμεσθα καὶ στέφη μιαίνεται
πόλει τ᾽ ὄνειδος καὶ θεῶν ἀτιμίαν.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: