previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θεράπων
630 τέκνα, χαίρετ᾽: Ἰόλεως δὲ ποῦ γέρων
μήτηρ τε πατρὸς τῆσδ᾽ ἕδρας ἀποστατεῖ;

Ἰόλαος
πάρεσμεν, οἵα δή γ᾽ ἐμοῦ παρουσία.

Θεράπων
τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμ᾽ ἔχεις;

Ἰόλαος
φροντίς τις ἦλθ᾽ οἰκεῖος, συνειχόμην.

Θεράπων
635ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.

Ἰόλαος
γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.

Θεράπων
ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.

Ἰόλαος
τίς δ᾽ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;

Θεράπων
Ὕλλου πενέστης: οὔ με γιγνώσκεις ὁρῶν;

Ἰόλαος
640 φίλταθ᾽, ἥκετ᾽ ἆρα σῷ κἄτερ βλάβης;

Θεράπων
μάλιστα: καὶ πρός γ᾽ εὐτυχεῖς τὰ νῦν τάδε.

Ἰόλαος
μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,
ἔξελθ᾽, ἄκουσον τοῦδε φιλτάτους λόγους.
πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων
645ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.

Ἀλκμήνη
τί χρῆμ᾽ ἀϋτῆς πᾶν τόδ᾽ ἐπλήσθη στέγος,
Ἰόλαε; μῶν τίς σ᾽ αὖ βιάζεται παρὼν
κῆρυξ ἀπ᾽ Ἄργους; ἀσθενὴς μὲν γ᾽ ἐμὴ
ῥώμη, τοσόνδε δ᾽ εἰδέναι σε χρή, ξένε,
650οὐκ ἔστ᾽ ἄγειν σε τούσδ᾽ ἐμοῦ ζώσης ποτέ.
τἄρ᾽ ἐκείνου μὴ νομιζοίμην ἐγὼ
μήτηρ ἔτ᾽: εἰ δὲ τῶνδε προσθίξῃ χερί,
δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.

Ἰόλαος
θάρσει, γεραιά, μὴ τρέσῃς: οὐκ Ἀργόθεν
655κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.

Ἀλκμήνη
τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;

Ἰόλαος
σὺ πρόσθε ναοῦ τοῦδ᾽ ὅπως βαίης πέλας.

Ἀλκμήνη
οὐκ ἴσμεν ἡμεῖς ταῦτα: τίς γάρ ἐσθ᾽ ὅδε;

Ἰόλαος
ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: