previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰόλαος
τέκν᾽, ἔοιγμεν ναυτίλοισιν, οἵτινες
χειμῶνος ἐκφυγόντες ἄγριον μένος
ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
430πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.
οὕτω δὲ χἠμεῖς τῆσδ᾽ ἀπωθούμεσθα γῆς
ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσωμένοι.
οἴμοι: τί δῆτ᾽ ἔτερψας τάλαινά με
ἐλπὶς τότ᾽, οὐ μέλλουσα διατελεῖν χάριν;
435συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδ᾽, εἰ μὴ θέλει
κτείνειν πολιτῶν παῖδας: αἰνέσαι δ᾽ ἔχω
καὶ τἀνθάδ᾽: εἰ θεοῖσι δὴ δοκεῖ τάδε
πράσσειν ἔμ᾽, οὔτοι σοί γ᾽ ἀπόλλυται χάρις.

παῖδες, ὑμῖν δ᾽ οὐκ ἔχω τί χρήσομαι.
440ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;
ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
ὀλούμεθ᾽, τέκν᾽: ἐκδοθησόμεσθα δή.
κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών:
445ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,
καὶ τὴν γεραιὰν μητέρ᾽ Ἀλκμήνην πατρός.
δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
χρῆν χρῆν ἄρ᾽ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
450πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.

ἀλλ᾽ οἶσθ᾽ μοι σύμπραξον: οὐχ ἅπασα γὰρ
πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας:
ἔμ᾽ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδ᾽, ἄναξ,
καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι
455τέκν᾽: οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν: ἴτω.
μάλιστα δ᾽ Εὐρυσθεύς με βούλοιτ᾽ ἂν λαβὼν
τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι:
σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δ᾽ εὐκτὸν σοφῷ
ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι:
460πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.

Χορός
πρέσβυ, μή νυν τῶνδ᾽ ἐπαιτιῶ πόλιν:
τάχ᾽ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλ᾽ ὅμως κακὸν
γένοιτ᾽ ὄνειδος ὡς ξένους προυδώκαμεν.

Δημοφῶν
γενναῖα μὲν τάδ᾽ εἶπας, ἀλλ᾽ ἀμήχανα.
465οὐ σοῦ χατίζων δεῦρ᾽ ἄναξ στρατηλατεῖ
τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον
θανόντος;) ἀλλὰ τούσδε βούλεται κτανεῖν.
δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,
νεανίαι τε καὶ πατρὸς μεμνημένοι
470λύμας: κεῖνον πάντα προσκοπεῖν χρεών.
ἀλλ᾽, εἴ τιν᾽ ἄλλην οἶσθα καιριωτέραν
βουλήν, ἑτοίμαζ᾽, ὡς ἔγωγ᾽ ἀμήχανος
χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: