previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δημοφῶν
σοί τ᾽ εὖ λέλεκται καὶ τὰ τῶνδ᾽ αὐχῶ, γέρον,
τοιαῦτ᾽ ἔσεσθαι: μνημονεύσεται χάρις.
335κἀγὼ μὲν ἀστῶν σύλλογον ποιήσομαι,
τάξω δ᾽, ὅπως ἂν τὸν Μυκηναίων στρατὸν
πολλῇ δέχωμαι χειρί: πρῶτα μὲν σκοποὺς
πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών:
ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος:
340μάντεις δ᾽ ἀθροίσας θύσομαι. σὺ δ᾽ ἐς δόμους
σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.
εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ,
μέριμναν ἕξουσ᾽. ἀλλ᾽ ἴθ᾽ ἐς δόμους, γέρον.

Ἰόλαος
οὐκ ἂν λίποιμι βωμόν: εὐξόμεσθα δὲ
345ἱκέται μένοντες ἐνθάδ᾽ εὖ πρᾶξαι πόλιν:
ὅταν δ᾽ ἀγῶνος τοῦδ᾽ ἀπαλλαχθῇς καλῶς,
ἴμεν πρὸς οἴκους. θεοῖσι δ᾽ οὐ κακίοσιν
χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ:
τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,
350ἡμῶν δ᾽ Ἀθάνα. φημὶ δ᾽ εἰς εὐπραξίαν
καὶ τοῦθ᾽ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν:
νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: