previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰόλαος
οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,
πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι:
[γαμεῖν τ᾽ ἀπ᾽ ἐσθλῶν: ὃς δὲ νικηθεὶς πόθῳ
300κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω,
τέκνοις ὄνειδος οὕνεχ᾽ ἡδονῆς λιπεῖν:]
τὸ δυστυχὲς γὰρ ηὑγένει᾽ ἀμύνεται
τῆς δυσγενείας μᾶλλον: ἡμεῖς γὰρ κακῶν
ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους
305καὶ ξυγγενεῖς τούσδ᾽, οἳ τοσῆσδ᾽ οἰκουμένης
Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.
δότ᾽, τέκν᾽, αὐτοῖς χεῖρα δεξιάν, δότε,
ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.

παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων:
310ἢν δ᾽ οὖν ποθ᾽ ὑμῖν νόστος ἐς πάτραν φανῇ
καὶ δώματ᾽ οἰκήσητε καὶ τιμὰς πατρὸς
< πάλιν λάβητε, τῆσδε κοιράνους χθονὸς>
σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,
καὶ μήποτ᾽ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ
μέμνησθέ μοι τήνδ᾽, ἀλλὰ φιλτάτην πόλιν
315πασῶν νομίζετ᾽. ἄξιοι δ᾽ ὑμῖν σέβειν
οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν
ἡμῶν ἐνηλλάξαντο πολεμίους ἔχειν,
πτωχοὺς ἀλήτας εἰσορῶντες ἀλλ᾽ ὅμως
[οὐκ ἐξέδωκαν οὐδ᾽ ἀπήλασαν χθονός].
320ἐγὼ δὲ καὶ ζῶν <εὐγενῆ σ᾽ οὐ παύσομαι
πᾶσιν προφαίνων> καὶ θανών, ὅταν θάνω,
πολλῷ σ᾽ ἐπαίνῳ Θησέως ἑστὼς πέλας
ὑψηλὸν ἀρῶ καὶ λέγων τάδ᾽ εὐφρανῶ,
ὡς εὖ τ᾽ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας
τοῖς Ἡρακλείοις, εὐγενὴς δ᾽ ἀν᾽ Ἑλλάδα
325σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς
οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,
παύρων μετ᾽ ἄλλων: ἕνα γὰρ ἐν πολλοῖς ἴσως
εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.

Χορός
ἀεί ποθ᾽ ἥδε γαῖα τοῖς ἀμηχάνοις
330σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.
τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων
ἤνεγκε, καὶ νῦν τόνδ᾽ ἀγῶν᾽ ὁρῶ πέλας.

load focus English (David Kovacs)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: