previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μήδεια
ἔσωθεν
ἰώ,
δύστανος ἐγὼ μελέα τε πόνων,
ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;


Τροφός
τόδ᾽ ἐκεῖνο, φίλοι παῖδες: μήτηρ
κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.
100σπεύδετε θᾶσσον δώματος εἴσω
καὶ μὴ πελάσητ᾽ ὄμματος ἐγγὺς
μηδὲ προσέλθητ᾽, ἀλλὰ φυλάσσεσθ᾽
ἄγριον ἦθος στυγεράν τε φύσιν
φρενὸς αὐθάδους.
105ἴτε νυν, χωρεῖθ᾽ ὡς τάχος εἴσω:
δῆλον ἀπ᾽ ἀρχῆς ἐξαιρόμενον
νέφος οἰμωγῆς ὡς τάχ᾽ ἀνάψει
μείζονι θυμῷ : τί ποτ᾽ ἐργάσεται
μεγαλόσπλαγχνος δυσκατάπαυστος
110ψυχὴ δηχθεῖσα κακοῖσιν;


Μήδεια
αἰαῖ,
ἔπαθον τλάμων ἔπαθον μεγάλων
ἄξι᾽ ὀδυρμῶν. κατάρατοι
παῖδες ὄλοισθε στυγερᾶς ματρὸς
σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.


Τροφός
115ἰώ μοί μοι, ἰὼ τλήμων.
τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας
μετέχουσι; τί τούσδ᾽ ἔχθεις; οἴμοι,
τέκνα, μή τι πάθηθ᾽ ὡς ὑπεραλγῶ.
δεινὰ τυράννων λήματα καί πως
120ὀλίγ᾽ ἀρχόμενοι, πολλὰ κρατοῦντες
χαλεπῶς ὀργὰς μεταβάλλουσιν.
τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ᾽ ἴσοισιν
κρεῖσσον: ἐμοὶ γοῦν ἐπὶ μὴ μεγάλοις
ὀχυρῶς τ᾽ εἴη καταγηράσκειν.
125τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν
τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ
λῷστα βροτοῖσιν: τὰ δ᾽ ὑπερβάλλοντ᾽
οὐδένα καιρὸν δύναται θνητοῖς,
μείζους δ᾽ ἄτας, ὅταν ὀργισθῇ
130δαίμων οἴκοις, ἀπέδωκεν.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: