previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰάσων
οὐκ οἶδ᾽ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.

Μήδεια
σὺ δ᾽ ἀλλὰ σὴν κέλευσον ἄντεσθαι πατρὸς
γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.

Ἰάσων
μάλιστα, καὶ πείσειν γε δοξάζω σφ᾽ ἐγώ.

Μήδεια
945εἴπερ γυναικῶν <γ᾽> ἐστι τῶν ἄλλων μία.
συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου:
πέμψω γὰρ αὐτῇ δῶρ᾽ καλλιστεύεται
τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ᾽ ἐγώ, πολὺ
[λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον]
950παῖδας φέροντας. ἀλλ᾽ ὅσον τάχος χρεὼν
κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
εὐδαιμονήσει δ᾽ οὐχ ἕν, ἀλλὰ μυρία,
ἀνδρός τ᾽ ἀρίστου σοῦ τυχοῦσ᾽ ὁμευνέτου
κεκτημένη τε κόσμον ὅν ποθ᾽ Ἥλιος
955πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.

λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας
καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
φέροντες: οὔτοι δῶρα μεμπτὰ δέξεται.

Ἰάσων
τί δ᾽, ματαία, τῶνδε σὰς κενοῖς χέρας;
960δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,
δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.
εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
γυνή, προθήσει χρημάτων, σάφ᾽ οἶδ᾽ ἐγώ.

Μήδεια
μή μοι σύ: πείθειν δῶρα καὶ θεοὺς λόγος:
965χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.
κείνης δαίμων [κεῖνα νῦν αὔξει θεός,
νέα τυραννεῖ]: τῶν δ᾽ ἐμῶν παίδων φυγὰς
ψυχῆς ἂν ἀλλαξαίμεθ᾽, οὐ χρυσοῦ μόνον.

ἀλλ᾽, τέκν᾽, εἰσελθόντε πλουσίους δόμους
970πατρὸς νέαν γυναῖκα, δεσπότιν δ᾽ ἐμήν,
ἱκετεύετ᾽, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,
κόσμον διδόντες: τοῦδε γὰρ μάλιστα δεῖ,
ἐς χεῖρ᾽ ἐκείνην δῶρα δέξασθαι τάδε.
ἴθ᾽ ὡς τάχιστα: μητρὶ δ᾽ ὧν ἐρᾷ τυχεῖν
975εὐάγγελοι γένοισθε πράξαντες καλῶς.

load focus English (David Kovacs)
hide References (5 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 493
  • Cross-references to this page (3):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, THE VERB: VOICES
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter III
    • Sir Richard C. Jebb, Selections from the Attic Orators, 19.24
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: