previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μήδεια

Μήδεια
Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,
765νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,
γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν,
νῦν ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
οὗτος γὰρ ἁνὴρ μάλιστ᾽ ἐκάμνομεν
λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων:
770ἐκ τοῦδ᾽ ἀναψόμεσθα πρυμνήτην κάλων,
μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.

ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
λέξω: δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
πέμψασ᾽ ἐμῶν τιν᾽ οἰκετῶν Ἰάσονα
775ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι.
μολόντι δ᾽ αὐτῷ μαλθακοὺς λέξω λόγους,
ὡς καὶ δοκεῖ μοι ταὐτὰ καὶ καλῶς γαμεῖ
γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει,
καὶ ξύμφορ᾽ εἶναι καὶ καλῶς ἐγνωσμένα.
780παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,
οὐχ ὡς λιποῦσ᾽ ἂν πολεμίας ἐπὶ χθονὸς
ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,
ἀλλ᾽ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
πέμψω γὰρ αὐτοὺς δῶρ᾽ ἔχοντας ἐν χεροῖν,
785[νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,]
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον:
κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,
κακῶς ὀλεῖται πᾶς θ᾽ ὃς ἂν θίγῃ κόρης:
τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.

load focus English (David Kovacs)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: