previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰάσων
καλῶς γ᾽ ἄν, οἶμαι, τῷδ᾽ ὑπηρέτεις λόγῳ,
εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν
590τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον.

Μήδεια
οὐ τοῦτό σ᾽ εἶχεν, ἀλλὰ βάρβαρον λέχος
πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.

Ἰάσων
εὖ νυν τόδ᾽ ἴσθι, μὴ γυναικὸς οὕνεκα
γῆμαί με λέκτρα βασιλέων νῦν ἔχω,
595ἀλλ᾽, ὥσπερ εἶπον καὶ πάρος, σῶσαι θέλων
σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους
φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασιν.

Μήδεια
μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
μηδ᾽ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.

Ἰάσων
600οἶσθ᾽ ὡς μετεύξῃ καὶ σοφωτέρα φανῇ;
τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαί ποτε,
μηδ᾽ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.

Μήδεια
ὕβριζ᾽, ἐπειδὴ σοὶ μὲν ἔστ᾽ ἀποστροφή,
ἐγὼ δ᾽ ἔρημος τήνδε φευξοῦμαι χθόνα.

Ἰάσων
605αὐτὴ τάδ᾽ εἵλου: μηδέν᾽ ἄλλον αἰτιῶ.

Μήδεια
τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;

Ἰάσων
ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.

Μήδεια
καὶ σοῖς ἀραία γ᾽ οὖσα τυγχάνω δόμοις.

Ἰάσων
ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
610ἀλλ᾽, εἴ τι βούλῃ παισὶν σαυτῇ φυγῆς
προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,
λέγ᾽: ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ
ξένοις τε πέμπειν σύμβολ᾽, οἳ δράσουσί σ᾽ εὖ.
καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι:
615λήξασα δ᾽ ὀργῆς κερδανεῖς ἀμείνονα.

Μήδεια
οὔτ᾽ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ᾽ ἂν
οὔτ᾽ ἄν τι δεξαίμεσθα, μηδ᾽ ἡμῖν δίδου:
κακοῦ γὰρ ἀνδρὸς δῶρ᾽ ὄνησιν οὐκ ἔχει.

Ἰάσων
ἀλλ᾽ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι
620ὡς πάνθ᾽ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω:
σοὶ δ᾽ οὐκ ἀρέσκει τἀγάθ᾽, ἀλλ᾽ αὐθαδίᾳ
φίλους ἀπωθῇ: τοιγὰρ ἀλγυνῇ πλέον.

Μήδεια
χώρει: πόθῳ γὰρ τῆς νεοδμήτου κόρης
αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.
625νύμφευ᾽: ἴσως γάρσὺν θεῷ δ᾽ εἰρήσεται
γαμεῖς τοιοῦτον ὥστε θρηνεῖσθαι γάμον.

load focus English (David Kovacs)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: