previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παιδαγωγός
παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,
50τί πρὸς πύλαισι τήνδ᾽ ἄγουσ᾽ ἐρημίαν
ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;
πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;

Τροφός
τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,
χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
55κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.
ἐγὼ γὰρ ἐς τοῦτ᾽ ἐκβέβηκ᾽ ἀλγηδόνος
ὥσθ᾽ ἵμερός μ᾽ ὑπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.

Παιδαγωγός
οὔπω γὰρ τάλαινα παύεται γόων;

Τροφός
60ζηλῶ σ᾽: ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.

Παιδαγωγός
μῶρος, εἰ χρὴ δεσπότας εἰπεῖν τόδε:
ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.

Τροφός
τί δ᾽ ἔστιν, γεραιέ; μὴ φθόνει φράσαι.

Παιδαγωγός
οὐδέν: μετέγνων καὶ τὰ πρόσθ᾽ εἰρημένα.

Τροφός
65μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν:
σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.

Παιδαγωγός
ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,
πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτεροι
θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,
70ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας
σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς
Κρέων. μέντοι μῦθος εἰ σαφὴς ὅδε
οὐκ οἶδα: βουλοίμην δ᾽ ἂν οὐκ εἶναι τόδε.

Τροφός
καὶ ταῦτ᾽ Ἰάσων παῖδας ἐξανέξεται
75πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;

Παιδαγωγός
παλαιὰ καινῶν λείπεται κηδευμάτων,
κοὐκ ἔστ᾽ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.

Τροφός
ἀπωλόμεσθ᾽ ἄρ᾽, εἰ κακὸν προσοίσομεν
νέον παλαιῷ , πρὶν τόδ᾽ ἐξηντληκέναι.

Παιδαγωγός
80ἀτὰρ σύ γ᾽, οὐ γὰρ καιρὸς εἰδέναι τόδε
δέσποιναν, ἡσύχαζε καὶ σίγα λόγον.

Τροφός
τέκν᾽, ἀκούεθ᾽ οἷος εἰς ὑμᾶς πατήρ;
ὄλοιτο μὲν μή: δεσπότης γάρ ἐστ᾽ ἐμός:
ἀτὰρ κακός γ᾽ ὢν ἐς φίλους ἁλίσκεται.

Παιδαγωγός
85τίς δ᾽ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,
ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,
[οἱ μὲν δικαίως, οἱ δὲ καὶ κέρδους χάριν]
εἰ τούσδε γ᾽ εὐνῆς οὕνεκ᾽ οὐ στέργει πατήρ;

Τροφός
ἴτ᾽, εὖ γὰρ ἔσται, δωμάτων ἔσω, τέκνα.
90σὺ δ᾽ ὡς μάλιστα τούσδ᾽ ἐρημώσας ἔχε
καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
τοῖσδ᾽, ὥς τι δρασείουσαν: οὐδὲ παύσεται
χόλου, σάφ᾽ οἶδα, πρὶν κατασκῆψαί τινι.
95ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.

load focus English (David Kovacs)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: