Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
σὺ δ᾽ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας
μαινομένᾳ κραδίᾳ διδύμους ὁρίσασα Πόν-
435του πέτρας: ἐπὶ δὲ ξένᾳ
ναίεις χθονί, τᾶς ἀνάν-
δρου κοίτας ὀλέσασα λέκτρον,
τάλαινα, φυγὰς δὲ χώ-
ρας ἄτιμος ἐλαύνῃ.