previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μήδεια
κακῶς πέπρακται πανταχῇ: τίς ἀντερεῖ;
365ἀλλ᾽ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω,
<μέλλει τελευτᾶν εἴ τι τῇ τέχνῃ σθένω.>1
ἔτ᾽ εἴσ᾽ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε
εἰ μή τι κερδαίνουσαν τεχνωμένην;
370οὐδ᾽ ἂν προσεῖπον οὐδ᾽ ἂν ἡψάμην χεροῖν.
δ᾽ ἐς τοσοῦτον μωρίας ἀφίκετο,
ὥστ᾽, ἐξὸν αὐτῷ τἄμ᾽ ἑλεῖν βουλεύματα
γῆς ἐκβαλόντι, τήνδ᾽ ἐφῆκεν ἡμέραν
μεῖναί μ᾽, ἐν τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
375θήσω, πατέρα τε καὶ κόρην πόσιν τ᾽ ἐμόν.

πολλὰς δ᾽ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,
οὐκ οἶδ᾽ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι:
πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,
[ἢ θηκτὸν ὤσω φάσγανον δι᾽ ἥπατος,]
380σιγῇ δόμους ἐσβᾶσ᾽, ἵν᾽ ἔστρωται λέχος;
ἀλλ᾽ ἕν τί μοι πρόσαντες: εἰ ληφθήσομαι
δόμους ὑπερβαίνουσα καὶ τεχνωμένη,
θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
κράτιστα τὴν εὐθεῖαν, πεφύκαμεν
385σοφοὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.

εἶἑν: καὶ δὴ τεθνᾶσι: τίς με δέξεται πόλις;
τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
οὐκ ἔστι. μείνασ᾽ οὖν ἔτι σμικρὸν χρόνον,
390ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ,
δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον:
ἢν δ᾽ ἐξελαύνῃ ξυμφορά μ᾽ ἀμήχανος,
αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,
κτενῶ σφε, τόλμης δ᾽ εἶμι πρὸς τὸ καρτερόν.
395οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω
μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,
Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,
χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
πικροὺς δ᾽ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,
400πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.
ἀλλ᾽ εἶα φείδου μηδὲν ὧν ἐπίστασαι,
Μήδεια, βουλεύουσα καὶ τεχνωμένη:
ἕρπ᾽ ἐς τὸ δεινόν: νῦν ἀγὼν εὐψυχίας.
ὁρᾷς πάσχεις; οὐ γέλωτα δεῖ σ᾽ ὀφλεῖν
405τοῖς Σισυφείοις τοῖσδ᾽ Ἰάσονος γάμοις,
γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ᾽ ἄπο.
ἐπίστασαι δέ: πρὸς δὲ καὶ πεφύκαμεν
γυναῖκες, ἐς μὲν ἔσθλ᾽ ἀμηχανώταται,
κακῶν δὲ πάντων τέκτονες σοφώταται.

load focus English (David Kovacs)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: