Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν
ἔλθοι μύθων τ᾽ αὐδαθέντων
175δέξαιτ᾽ ὀμφάν,
εἴ πως βαρύθυμον ὀρ-
γὰν καὶ λῆμα φρενῶν μεθείη;
μήτοι τό γ᾽ ἐμὸν πρόθυ-
μον φίλοισιν ἀπέστω.
180ἀλλὰ βᾶσά νιν
δεῦρο πόρευσον οἴ-
κων ἔξω: φίλα καὶ τάδ᾽ αὔδα,
σπεύσασά τι πρὶν κακῶσαι
τοὺς ἔσω:
πένθος γὰρ μεγάλως τόδ᾽ ὁρμᾶται.